Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.76 Joseph. AJ 10.80 (English) >>Joseph. AJ 10.85

10.78πένθος δʼ ἐπʼ αὐτῷ μέγα τοῦ λαοῦ παντὸς ἤχθη πολλαῖς ἡμέραις ὀδυρομένου καὶ κατηφοῦντος· Ἱερεμίας δὲ προφήτης ἐπικήδειον αὐτοῦ συνέταξε μέλος θρηνητικόν, καὶ μέχρι νῦν διαμένει. 10.79οὗτος προφήτης καὶ τὰ μέλλοντα τῇ πόλει δεινὰ προεκήρυξεν ἐν γράμμασι καταλιπὼν καὶ τὴν νῦν ἐφʼ ἡμῶν γενομένην ἅλωσιν τήν τε Βαβυλῶνος αἵρεσιν. οὐ μόνον δὲ οὗτος προεθέσπισε ταῦτα τοῖς ὄχλοις, ἀλλὰ καὶ προφήτης Ἰεζεκίηλος, ὃς πρῶτος περὶ τούτων δύο βίβλους γράψας κατέλιπεν. 10.80ἦσαν δὲ οἱ δύο τῷ γένει ἱερεῖς, ἀλλʼ μὲν Ἱερεμίας ἐν Ἱεροσολύμοις διῆγεν ἀπὸ τρισκαιδεκάτου ἔτους τῆς Ἰωσίου βασιλείας ἕως οὗ κατεσκάφη πόλις καὶ ναός. τὰ μέντοι γε συμβάντα περὶ τοῦτον τὸν προφήτην κατὰ χώραν δηλώσομεν. 10.81

Τελευτήσαντος δὲ Ἰωσίου, καθὼς προειρήκαμεν, τὴν βασιλείαν παῖς αὐτοῦ διαδέχεται Ἰώαζος τοὔνομα τρίτον καὶ εἰκοστὸν ἤδη ἔτος γεγονώς. καὶ οὗτος μὲν ἐν Ἱεροσολύμοις ἐβασίλευσε μητρὸς Ἀμιτάλης καὶ πόλεως Τομάνης ἀσεβὴς δὲ καὶ μιαρὸς τὸν τρόπον· 10.82 δὲ τῶν Αἰγυπτίων βασιλεὺς ὑποστρέψας ἀπὸ τῆς μάχης μεταπέμπεται τὸν Ἰώαζον πρὸς αὑτὸν εἰς Ἀμαθὰ καλουμένην πόλιν, ἥτις ἐστὶ τῆς Συρίας, καὶ τὸν μὲν ἐλθόντα ἔδησε, τῷ δὲ πρεσβυτέρῳ αὐτοῦ ἀδελφῷ ὁμοπατρίῳ ὄντι Ἐλιακείμῳ τοὔνομα τὴν βασιλείαν παραδίδωσι μετονομάσας αὐτὸν Ἰωάκειμον· τῇ δὲ χώρᾳ ἐπέταξεν ἑκατὸν ἀργυρίου τάλαντα, ἓν δὲ χρυσίου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.76 Joseph. AJ 10.80 (English) >>Joseph. AJ 10.85

Powered by PhiloLogic